Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.282 Joseph. AJ 3.287 (English) >>Joseph. AJ 3.291

3.285τὸ αὐτὸ δὲ καὶ ἐπὶ ταῖς οἰκίαις νόμιμον ἰσχύειν ἠθέλησε ταῖς κατὰ κώμας πεπραμέναις· περὶ γὰρ τῶν ἐν τῇ πόλει πεπραμένων ἔγνωκεν ἑτέρως. εἰ μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι τὸν ἐνιαυτὸν καταβάλοι τὸ ἀργύριον, ἀναγκάζει τὸν πριάμενον ἀποδοῦναι, εἰ δὲ πλῆρες γένοιτο τὸ ἔτος, βεβαιοῖ τὴν κτῆσιν τῷ πριαμένῳ. 3.286ταύτην Μωυσῆς τὴν διάταξιν τῶν νόμων, ὅθʼ ὑπὸ τὸ Σιναῖον καθιδρύκει τὴν στρατιάν, ἐξέμαθε παρὰ τοῦ θεοῦ καὶ τοῖς Ἑβραίοις γεγραμμένην παραδίδωσιν. 3.287

Ἐπειδὴ δὲ καλῶς αὐτῷ τὰ περὶ τὴν νομοθεσίαν ἔχειν ἐδόκει, πρὸς ἐξέτασιν τοῦ στρατοῦ τὸ λοιπὸν ἐτράπη τῶν πολεμικῶν ἤδη κατὰ νοῦν ἔχων ἅπτεσθαι, προστάσσει τε τοῖς φυλάρχοις πλὴν τῆς Λευίτιδος φυλῆς ἀκριβῶς τὸν ἀριθμὸν ἐκμαθεῖν τῶν στρατεύεσθαι δυναμένων· ἱεροὶ γὰρ ἦσαν οἱ Λευῖται καὶ πάντων ἀτελεῖς. 3.288γενομένης δὲ τῆς ἐξετάσεως εὑρέθησαν μυριάδες ἑξήκοντα τῶν ὁπλιτεύειν δυναμένων ὄντων ἀπὸ εἴκοσι ἐτῶν ἕως πεντήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ἀντὶ δὲ Λευὶ κατέλεξεν εἰς τοὺς φυλάρχους Μανασσῆν τὸν Ἰωσήπου παῖδα καὶ Ἐφράην ἀντὶ τοῦ Ἰωσήπου· δέησις δὲ ἦν αὕτη Ἰακώβου πρὸς Ἰώσηπον ποιητοὺς αὐτῷ παρασχεῖν τοὺς παῖδας, ὡς καὶ προεῖπον. 3.289

Πηγνύντες δὲ τὴν σκηνὴν μέσην ἀπελάμβανον τριῶν φυλῶν κατὰ πλευρὰν ἑκάστην παρασκηνουμένων· ὁδοὶ δὲ διὰ μέσων ἐτέτμηντο, καὶ κόσμος ἦν ἀγορᾶς, καὶ τῶν πωλουμένων ἕκαστον ἐν τάξει διέκειτο, καὶ δημιουργοὶ τέχνης ἁπάσης ἐν τοῖς ἐργαστηρίοις ἦσαν, οὐδενί τε ἄλλῳ πόλει μετανισταμένῃ καὶ καθιδρυμένῃ ἐῴκει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.282 Joseph. AJ 3.287 (English) >>Joseph. AJ 3.291

Powered by PhiloLogic